Ancient Greek
1733.37 to 1733.68
Documentary Papyri, P.Lond. 5 1733.37-68
Not analysed yet
καὶ εἰς ἣν νεύει ἡ αὐθεντικὴ αὐτῆς θύρα ἀπὸ τοῦ ῥυμίου μεθʼ ἣν τοῦ αὐτοῦ ἁγίου τόπου, λιβὸς ἡ αὐλὴ Γούνθου Μακαρίου, ἀπηλιώτου τοῦ αὐτοῦ τόπου τοῦ ἁγίου Ἄπα Βίκτορος ἢ οἳ ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν καθὼς ὑπηγόρευσα καὶ οὐδὲν ἐμοὶ ὑπολέλειπται ἄπρατον ἀπὸ τοῦ αὐτοῦ ἡμίσους μέρους τοῦ συμποσίου τοῦ ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς βορρᾶ εἰς τὸ πλάτος τοῦ πεσσοῦ καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ δώματος ἕως ἀέρος σὺν μέρει ἁπάντων χρηστηρίων κατʼ ἀναλογίαν μου τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ νομίσματα τρία ζυγῷ Συήνης, γίνονται χρυσοῦ νομίσματα γ ζυγῷ Συήνης, ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπεσχηκέναι με παρὰ σοῦ τοῦ ὠνουμένου ἐγὼ ἡ πεπρακυῖα διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου σοῦ ἀριθμῷ καὶ σταθμῷ πλήρη πρὸς τῷ σε ἀπεντεῦθεν τὸν ὠνούμενον τοῦ προδεδηλουμένου ἡμίσους μέρους τοῦ συμποσίου τοῦ καὶ ἀδιαιρέτου ὄντος τοῦ ἐν τῇ δευτέρᾳ στέγῃ καὶ τὸ τέταρτον μέρος ἀπὸ τοῦ δώματος ἕως ἀέρος σὺν πᾶσι τοῖς χρηστηρίοις ἅμα τῶν ἄλλων συμμετόχων ἡμῶν κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ τέκνοις καὶ ἐγγόνοις διατάσσειν ᾧ ἐὰν αἱρῇ τρόπῳ ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ μὴ ἐγκαλεῖν σοι μήτε ἐγκαλέσειν μήθʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν μηδένι καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμίᾳ διὰ τὸ ὡς προεῖπον ἀπεσχηκέναι με παρὰ σοῦ τελείαν τὴν προγεγραμμένην τιμὴν, τὸν δὲ ἐγκαλέσοντά σοι ἢ καὶ ἀντιποιησόμενον περὶ τοῦ προδεδηλουμένου ἡμίσους μέρους ἀπὸ τοῦ συμποσίου καὶ τοῦ τετάρτου μέρους ἀπὸ τοῦ δώματος σὺν μέρει χρηστηρίων κατʼ ἀναλογίαν ἐγὼ ἡ πεπρακυῖα ἐκστήσω καὶ καθαροποιήσω σοι ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι· εἰ δὲ μὴ δυνηθείην ἐφʼ ᾧ ἐμὲ καταβάλλειν σοι τὴν προγεγραμμένην τιμὴν ἐν διπλῇ ποσότητι καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι σοι ταύτην τὴν πρᾶσιν κυρίαν οὔσαν καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθεῖσα ὡμολόγησα καὶ ἀπέλυσα.