Ancient Greek
1912.4.79 to 1912.5.109
Documentary Papyri, P.Lond. 6 1912.4.79-1912.5.109
Not analysed yet
ἁπλῶς δὲ προσαγορεύω ὅτι ἂν μὴ καταπαύσητε τὴν ὀλέθριον ὀργὴν ταύτην κατʼ ἀλλήλων αὐθάδιον ἐγβιασθήσομαι δεῖξαι οἷόν ἐστιν ἡγεμὼν φιλάνθρωπος εἰς ὀργὴν δικαίαν μεταβεβλημένος. διόπερ ἔτι καὶ νῦν διαμαρτύρομαι ἵνα Ἀλεξανδρεῖς μὲν πραέως καὶ φιλανθρώπως προσφέρωνται Ἰουδαίοις τοῖς τὴν αὐτὴν πόλιν ἐκ πολλῶν χρόνων οἰκοῦσι καὶ μηδὲν τῶν πρὸς θρησκείαν αὐτοῖς νενομισμένων τοῦ θεοῦ λυμαίνωνται ἀλλὰ ἐῶσιν αὐτοὺς τοῖς ἔθεσιν χρῆσθαι οἷς καὶ ἐπὶ τοῦ θεοῦ Σεβαστοῦ, ἅπερ καὶ ἐγὼ διακούσας ἀμφοτέρων ἐβεβαίωσα· καὶ Ἰουδαίοις δὲ ἄντικρυς κελεύω μηδὲν πλήω ὧν πρότερον ἔσχον περιεργάζεσθαι μηδὲ ὥσπερ ἐν δυσὶ πόλεσιν κατοικοῦντας δύο πρεσβείας ἐκπέμπειν τοῦ λοιποῦ, ὃ μὴ πρότερόν ποτε ἐπράχθη, μηδὲ ἐπισπαίειν γυμνασιαρχικοῖς ἢ κοσμητικοῖς ἀγῶσι, καρπουμένους μὲν τὰ οἰκεῖα ἀπολαύοντας δὲ ἐν ἀλλοτρίᾳ πόλει περιουσίας ἀφθόνων ἀγαθῶν, μηδὲ ἐπάγεσθαι ἢ προσίεσθαι ἀπὸ Συρίας ἢ Αἰγύπτου καταπλέοντας Ἰουδαίους ἐξ οὗ μείζονας ὑπονοίας ἀναγκασθήσομαι λαμβάνειν· εἰ δὲ μή, πάντα τρόπον αὐτοὺς ἐπεξελεύσομαι καθάπερ κοινήν τινα τῆς οἰκουμένης νόσον ἐξεγείροντας. ἐὰν τούτων ἀποστάντες ἀμφότεροι μετὰ πραότητος καὶ φιλανθρωπίας τῆς πρὸς ἀλλήλους ζῆν ἐθελήσητε καὶ ἐγὼ πρόνοιαν τῆς πόλεως ποιήσομαι τὴν ἀνωτάτω καθάπερ ἐκ προγόνων οἰκείας ἡμῖν ὑπαρχούσης. Βαρβίλλωι τῶι ἐμῶι ἑταίρωι μαρτυρῶ ἀεὶ πρόνοιαν ὑμῶν παρʼ ἐμοὶ ποιουμένωι, ὃς καὶ νῦν πάσηι φιλοτιμίᾳ περὶ τὸν ἀγῶνα τὸν ὑπὲρ ὑμῶν κέχρηται, καὶ Τιβερίωι Κλαυδίωι Ἀρχιβίωι τῶι ἐμῶι ἑταίρωι. ἔρρωσθε.