Ancient Greek
P.Lond. 6 1913
Documentary Papyri, P.Lond. 6 1913
Not analysed yet
ὑπατείας Φλαυίου Ὀπτάτου πατρικίου καὶ Ἀνικίου Παυλίνου τῶν λαμπροτάτων Φαμενὼθ κγ. Αὐρήλιος Παγεῦς Ὥρου ἀπὸ κώμης Ἱππώνων τοῦ Ἡρακλεοπολίτου νομοῦ πρεσβύτερος τοῖς προεστῶσι μονῆς μοναχῶν καλουμένης Ἅθορ οὔσης ἐν τῷ ἀπηλιωτικῷ ὄρει τοῦ ἄνω Κυνοπολείτου. θείων βασιλικῶν γραμμάτων ἀναπεμφθέντων ὑπὸ τοῦ εὐσεβεστάτου βασιλέως Κωνσταντίνου κελευόντων τινὰς τῆς Αἰγύπτου ἐπισκόπους τε καὶ πρεσβυτέρους καὶ ἑτέρους πολλοὺς καὶ ἐμὲ σὺν αὐτοῖς ε…τοαυ…ρ…ν ἀπαντῆσαι εἰς Καισάριαν τῆς Παλαιστίνης Συρίας πρὸς διάκρισιν περὶ καθαρισμοῦ τοῦ ἁγίου Χριστιανικοῦ πλήθους ἐπειγομένου μου τοιαύτην ἔκβασιν ποιήσασθαι εἰς τὴν προγεγραμμένην Καισάριαν πρὸς ἀποπλήρωσιν τῶν κεκελευσμένων ἀνάγκη μοι γεγένηται διάδοχον ἀντʼ ἐμοῦ καταστῆσαι ἄχρι τῆς ἐμῆς παρουσίας, διʼ ὃ σύνηξα τοὺς μοναχοὺς τῆς ἡμετέρας μονῆς ἐπὶ παρόντων Παταβαεῖτος πρεσβυτέρου Ἱππώνων καὶ Παπνουτίου διάκονος ἀπὸ Παμινπέσλα καὶ Πρωοῦτος ἀρχαίου μοναχοῦ καὶ ἑτέρων πολλῶν, καὶ κατ…ν…θνη… σαν καὶ ηὐδόκησαν ἐξ ὁμονοίας ἑκουσίως καὶ αὐθαιρέτως καὶ ἀμετανοήτῳ γνώμῃ Αὐρήλιον Γερόντιον ὁμογνήσιόν μου ἀδελφὸν ὡς δυνάμενον τὴν χώραν μου ἀποπληρῶσαι ἄχρι τῆς ἐμῆς παρουσίας εἰς χρόνον καὶ πάντα τὰ τῆς μονῆς πράγματα προνοῆσαι καὶ διοικεῖν καὶ οἰκονομεῖν περὶ μὲν …κασι… …γυμ… καὶ …αὐτ… οἰκονόμους τῆς μονῆς ἐκλέξαι καθʼ ὁμοιότητά μου, μηδεμίας δὲ καινοτομίας γιγνομένης ἄνευτῶνπροεστώτων τῆς μονῆς περὶ τῶν …ουτων καὶ βουλομένων ἐξελθεῖν μοναχῶν …σθαι …λ…κλ…ος. κύριον τὸ τῆς καταστάσεως γραμμάτιον πανταχῇ ἐπιφερόμενον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Παγεῦς ὁ προκείμενος ἐσημειωσάμην. οἱ προκείμενοι… καὶ …μ…δι καὶ Κολλοῦθος καὶ Διοσκορίδης …σ…ω…ς Κολλοῦθος ἔγραψα ὑπὲρ τῶν ἄλλων γράμματα μὴ εἰδότων. …καὶ Πρωοῦς …εχμ…σου παρημε …Παπνούθιος …ηὐδόκησα.