Ancient Greek
1914.rctr.26 to 1914.v.54
Documentary Papyri, P.Lond. 6 1914.rctr.26-1914.v.54
Not analysed yet
ἐπιλυπούμεθα οὖν ὅτι οὐκ ἐπιτρέπουσιν ἡμῖν πρὸς τὸν πάπαν Ἡραείσκον ἀπελθεῖν καὶ ἐπισκέψασθαι αὐτόν. ἐν τῇ νυκτὶ γὰρ ἐν ᾗ ὑβρίσθησαν οἱ ἀδελφοὶ ὁ πραιπόσιτος τῶν στρατιωτῶν ἔπεμψεν φάσιν τῷ ἐπισκόπῳ λέγων ὅτι ἡμάρτησα καὶ ἐπαρῳνήθην ἐν τῇ νυκτὶ ὅτι τοὺς ἀδελφοὺς ὕβρισα. ἐποίησεν δὲ καὶ ἀγάπην ἐν ἐκείνῃ τῇ ᾑμέρᾳ Ἑλλην ὢν διὰ τὸ ἁμάρτημα ὃ ἐποίησεν. Ἀθανάσιος δὲ μεγάλως ἀθυμεῖ καὶ αὐτὸς παρέχει ἡμῖν κάματον διὰ τὰ γραφόμενα καὶ τὰς φάσεις τὰς ἐρχομένας αὐτῷ ἀπὸ ἔξωθεν, ἐπειδὴ ὁ βασιλεὺς Μακάριον εὑρὼν ἔξω ἐν τῷ κομιτάτῳ …υρῳ γράψας …ανυους ὅτι δήσας αὐτὸν καὶ …επι …α ἀπο …α ἵνα αὐτο …εσται. ἀπελθόντων οὖν Ἀρχελάου τοῦ …καὶ …μετὰ Ἀθανασίου τοῦ υἱου Καπίτωνος, βουλόμενοι ἀποσπάσαι Μακάριον, ἡ φάσις οὖν ἀπῆλθεν πρὸς ἄπα Ἰωάννην ἐν Ἀντιοχίᾳ· ἦλθεν καὶ πιάσας αὐτοὺς κατέσχεν αὐτούς, ἐπειδὴ ἐπὶ συκοφαντίᾳ καὶ δεινὰ ἦσαν γράψαντες κατὰ Ἡραείσκου, καὶ αὐτὸς Ἀρχέλαος τὰ γράμματα ἦρκεν ἔξω. ὁ θεὸς οὖν ἐποίησεν καὶ τοὺς τρεῖς ἔξω καὶ ἔχει ἔξω. τοῦτʼ οὖν ἤκουσεν Ἀθανάσιος ὅτι Ἀρχέλαος συνεσχέθη, πάνυ ἀθυμεῖ Ἀθανάσιος. πολλαχῶς οὖν ἦλθαν ἐπὶ αὐτὸν καὶ μέχρις νῦν οὐκ ἀπεδήμησεν· ἐνεβάλετο δὲ τὰ σκεύη αὐτοῦ ἐν τῇ θαλάσσῃ ὡς αὐτοῦ ἀποδημοῦντος, καὶ πάλιν εἰς δεύτερον ἤνεγκεν τὰ σκεύη ἀπὸ τοῦ πλοίου, μὴ βουλόμενος ἀποδημῆσαι …ψαι… ἔγραψα ἵνα γνοῖτε ἐν ποίᾳ θλίψει ἐσμέν· ἤνεγκεν γὰρ ἐπίσκοπον τῆς κάτω χώρας καὶ συνέκλεισεν αὐτὸν ἐν τῷ μακέλλῳ, καὶ πρεσβύτερον τῶν αὐτῶν μερῶν συνέκλεισεν καὶ αὐτὸν ἐν τῷ ἀπλικίτῳ καὶ διάκονα ἐν τῇ μεγίστῃ φυλακῇ, καὶ μέχρις τῆς ὀγδόης καὶ εἰκάδος τοῦ Παχὼν μηνὸς καὶ Ἡραείσκος συγκεκλεισμένος ἐστὶν ἐν τῇ παρεμβολῇ εὐχαριστῶ μὲν τῷ δεσπότῃ θεῷ ὅτι ἐπαύθησαν αἱ πληγαὶ ἃς εἶχεν καὶ ἐπὶ τῇ ἑβδόμῃ καὶ εἰκάδι ἐποίησεν ἐπισκόπους ἕπτα ἀποδημῆσαι· Ἔμις καὶ Πέτρος εἰς αὐτούς ἐστιν, υἱὸς Τουβέστις. μὴ ἀμελήσητε οὖν περὶ ἡμῶν, ἀδελφοί, ἐπειδὴ τὰ ψωμία ἀφῆκαν ὀπίσω, ἵνα διὰ τὸν ἐπίσκοπον μήπως ἔξω ἀρθῇ ἵνα τηρῇ αὐτὰ μετʼ αὐτοῦ. ἐγὼ γὰρ ἀγοράζων ἄρτους εἰς διατροφὴν ἠγόρασα ἀρτάβην σίτου ταλάντων ιδ. ἐπὰν οὖν εὕρητε εἰδήμονα ἀποστείλατέ μοι ὀλίγα ψωμία. ἀσπάζομαι τὸν πατέρα μου Πραυοῦν καὶ πάντας τοὺς ἀδελφοὺς τοὺς ὄντας μετʼ αὐτοῦ καὶ Θέονα τὸν διάκονα Σαπρίωνα καὶ Ὡρίωνα καὶ Παπνούτιν καὶ ἄπα Σαρμάτην καὶ Παώμιν καὶ Πιὸρ καὶ Εὐδαίμωνα καὶ ἄπα Τρύφωνα