Ancient Greek
1914.v.55 to 1914.v.63
Documentary Papyri, P.Lond. 6 1914.v.55-63
Not analysed yet
καὶ Γερόντιον καὶ ἄπα Ἱέρακα καὶ ἄπα Ἑλενᾶν καὶ ἄπα Ἁρηοῦν καὶ ἄπα Πιὰμ καὶ Κορνήλιν καὶ Πισάτιν καὶ Κολλοῦθον καὶ Ἰωσὴπ καὶ τὰ παιδία αὐτοῦ καὶ Φίνες. μὴ ἀμελήσῃς οὖν, πάτερ, ἀποστεῖλαι πρὸς Ψαεῖν ἀπὸ Τερὸτ ἕνεκεν τῆς ἀρτάβης τοῦ σίτου, καὶ ποίησον Τουᾶν ἀπὸ Ταμούρω ἵνα καὶ αὐτὸς ἀπέλθῃ εἰς Ταμούρω ἕνεκεν τῆς ἀρτάβης τοῦ σίτου· αἱ ἡμέραι γάρ εἰσιν τοῦ λαβεῖν αὐτοὺς αὐτάς. ἀσπάζομαι Παῦλον τὸν ἀναγνώστην καὶ ἄπα Ἠλίαν καὶ Ἀνουβᾶν μέγαν καὶ Ἀνουβᾶν μικρὸν καὶ Παμούτιν καὶ Τιτούην καὶ τὰ παιδία αὐτοῦ καὶ Ὃρ ἀπὸ Τουμνακὼν καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς μετʼ αὐτοῦ καὶ Παπνούτιν καὶ Λεονίδην τὸν ἀδελφὸν αὐτοῦ καὶ τὸν ἀδελφὸν τὸν ἄλλον τὸν μετʼ αὐτῶν. ἄπα Παιηοῦ καὶ Παταβεὶτ παρὰ Καλλίστου.