Ancient Greek
P.Lond. 6 1923
Documentary Papyri, P.Lond. 6 1923
Not analysed yet
τῷ ἀγαπητῷ καὶ θεοσεβεστάτῳ καὶ θεοφιλεῖ καὶ εὐλογημένῳ πατρὶ Παπνουθίῳ Ἀμμώνιος ἐν κυρίῳ θεῷ χαίρειν. οἶδα μὲν ἀεὶ ὅτι διὰ τῶν ἁγίων σου εὐχῶν σωθήσομαι ἀπὸ παντὸς πειρατηρίου τοῦ διαβόλου καὶ ἀπὸ πάσης ἐπιβουλίας ἀνθρώπων, καὶ νῦν παρακαλῶ ὅπως μνημονεύσῃς μου ἐν ταῖς ἁγίαις εὐχαῖς σου· μετὰ γὰρ τὸν θεὸν ἡ σωτηρία μου εἶ σύ. ἀπήντησεν πρός με ὁ ἀδελφὸς ἡμῶν Δίδυμος ?,καὶ καθώς μοι εἶπας περὶ τοῦ πράγματος ἀπήντησα πρὸς αὐτόν. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, γλυκύτατε πάτερ· ὁ θεὸς τῆς εἰρήνης διαφυλάξῃ σε ἐπὶ μήκιστον χρόνον. τῷ κυρίω ἀγαπητῷ πατρὶ Παπνουθίῳ