Ancient Greek
P.Lond. 6 1924
Documentary Papyri, P.Lond. 6 1924
Not analysed yet
τῷ ἀγαπητῷ πατρὶ ἄπα Παπνουθίῳ Αὐσόνιος. μεμνημένος τῶν ἐντολῶν τῆς σῆς θεοσεβείας μετεπεμψάμην Ὧρον τὸν ἀπὸ Φιλονίκου καὶ ὑπέμνησα αὐτόν, Γάλλον δὲ ἠξίωσα ἐν ἅπασι ὑπομνῆσαί με ἵνʼ ἐν τοῖς δυνατοῖς τὴν παρʼ ἐμοῦ σπουδὴν ἐνδείξω· ἵνα δὲ καὶ ἐπὶ τούτου καὶ ἐπὶ πάντων κελεύσῃς παρακαλῶ τὰ μεγάλα. μέμνησο δέ μου ἐν ταῖς ἁγίαις σου εὐχαῖς. ἐρρωμένον σε καὶ εὐχόμενον ὑπὲρ ἡμῶν ὁ θεὸς διαφυλάξῃ, ἀγαπητὲ πάτερ. τῷ ἀγαπητῷ πατρὶ ἄπα Παπνουθίῳ Αὐσόνιος.