Ancient Greek
P.Lond. 6 1925
Documentary Papyri, P.Lond. 6 1925
Not analysed yet
τῷ ποθεινοτάτῳ ἐπιστήμης ὑπερβάλλοντι ἄπα Παπνουτίῳ Πιάνιος ἐν κυρίῳ θεῷ χαίρειν. εὐκαιρηθεὶς τοῦ συντείνοντος πρὸς τὴν θεοσέβειάν σου ἀναγκαῖον ἡγησάμην προσαγορεῦσαι τὴν εὐλάβειάν σου διὰ γραμμάτων, εὐχόμενος τῷ Χριστῷ καὶ αὐταῖς ὄψεσίν σε περιπτύξασθαί καταξιωθῆναί με· ἔτι γὰρ τῷ πνεύματί σε εστ…ειπ…, καθʼ ἑκάστην δὲ προσαγ…σκω παρακαλῶ δὲ τὴν ἁγιότητά σου ἵνα καταξιώσῃς εὔξασθαι ὑπὲρ τῶν ἁμαρτιῶν μου ἵνα ὁ θεὸς ῥυσηταί με ἐκ τῶν …καὶ ἐκ τῶν ἀναγκῶν τῶν ἐπικειμένων μοι. πρόσειπε τοὺς ἀδελφοὺς παρʼ ἡμῶν…ων πρόσειπε παρʼ ἐμοῦ ὑπὲρ …τοῦ θρεπτοῦ Ἀθανασίου Εὐ…ωσον· καὶ αὐτὸς γὰρ τῶν ἀγαπώντων τὴν θεοσέβειάν σου τυγχάνει. ἐγὼ Ἀθανάσιον προσαγορεύω τὸν κύριόν μου καὶ Εὐσέβιον καὶ Ἁρηοῦν καὶ πάντας τοὺς ἀδελφοὺς τοὺς ὄντας παρὰ τῇ ἁγιότητί σου. προσσερ… ὑμᾶς καὶ ὁ ἀδελφὸς αὐτοῦ Δωρόθεος. ἐρρῶσθαί σε ἐν κυρίῳ πολλοῖς εὔχομαι χρόνοις, κύριέ μου ποθείνοτατε. τῷ ἀγαπητῷ ἀδελφῷ μου Παπνουτίῳ ἀναχωρητῇ …μονῆς μοναχῶν.