Ancient Greek
P.Lond. 6 1927
Documentary Papyri, P.Lond. 6 1927
Not analysed yet
τῷ τιμιωτάτῳ ἀδελφῷ καὶ θεοφιλεῖ. Δωρόθεος ὁ Ὀξυρυγχείτης ὁ ἄχρειος δοῦλος προσαγορεύει σε ἐν πνεύματι καὶ ἐν ἀγάπῃ Χριστοῦ. πρὸ μὲν πάντων παρακαλῶ τὸν θεὸν καὶ πατέρα τοῦ σωτῆρος Ἰησοῦ Χριστοῦ ὅπως καταξιώσῃ με τοῦ εὑρεῖν χάριν ἐνώπιον αὐτοῦ δέξασθαί σε τὰ παρʼ ἐμοῦ γράμματα· ἐν τούτῳ γὰρ καὶ ἐγὼ μέλλω εὐθυμεῖσθαι ὅταν ὁ ἀγαθὸς δοῦλος διὰ γραμμάτων με προσδέξηται καὶ τὰς ὑπὲρ ἐμοῦ εὐχὰς ἀναφέρει προθύμως πρὸς τὸν δεσπότην ἐν εἰλικρινεῖ διανοίᾳ. πιστεύω γὰρ ὅτι …ν… …εὐφρασία ……ἐγκωμιαζομ… …εὐφρασία ……προ… …νδ…αι… …ὠφελιμ ……νιστ… …οπτα… …γὰρ δικ… …ιλα… ἀλλὰ διὰ τὴν εὐκλεεστάτην σου πολιτείαν καὶ σεμνοτάτην, διότι τὴν τοῦ κόσμου ἀλαζονείαν ἀπεκήρυξας καὶ τὴν τῶν κενοδόξων μεγαλαυχίαν ἐβδέλυξας. καὶ ἡμεῖς οὖν ἐπαινοῦμεν μᾶλλον ἐπὶ τῇ ἀκοῇ ὅτι φρονίμως ἔδειξας τὸ γενναιότατον ἆθλον, ἐπιθυμοῦμεν δὲ μιμεῖσθαι ἐν τῇ αὐτῇ πολιτείᾳ τῇ σου φιλοκἀγαθίᾳ, ὅτι ὡς ἱκανῶς τάχα σοι ὁ θεὸς ἐχάρισεν τὸν κατὰ τὸν καιρὸν εὑρεῖν ἀντίπαλον καὶ θεραπευτικὸν ἀποφατικόν, τὸν καιρὸν γὰρ ἐξαγοράζοντες, κηρύττει ὁ τρισμακάριος ἀπόστολος, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. ἐπίστευον δὲ καὶ τὸν χαρακτῆρά σου θεάσασθαι ἐὰν ἐπὶτρέπει ὁ κύριος, ἐπεί ἐφόδιοί ἐσμεν, αἰδοῦμαι δὲ ἐλθεῖν μή ποτε …ἡμᾶς καὶ ἐντράπωμεν. πάνυ οὖν ἐπιστεύσαμεν ὅτι εἰ θέλημα θεοῦ ἐστὶν τοῦ ἡμᾶς σοι ἀπαντᾶν ἀγγελεῖς πρῶτον διὰ τοῦ φέροντός σοι τὸ ἐπιστόλιον. δὸς οὖν αὐτῷ τὴν ἀγγελίαν ὅ τι βούλει ἢ οὐ βούλει ἀνέλθωμεν, μὴ ὥστε ποι…εν …ας ἴδιοι πληρῶμεν …ων τὴν περὶ σοῦ ἀγάπην …περὶ σέ, τιμώτατε ἐν πνεύματι, καὶ τοὺς σὺν σοὶ ἀδελφοὺς …