Ancient Greek
P.Lond. 6 1928
Documentary Papyri, P.Lond. 6 1928
Not analysed yet
τῷ παρὰ θεῷ ἠγαπημένῳ πατρὶ ἄπα Παπνουτίῳ Ἡρακλείδης. ἀεὶ μὲν σὸς ὁ καιρὸς τοῦ εὔξασθαι ὑπὲρ ἡμῶν, καὶ τῆς παρὰ τοῦ κρειττονος διὰ τῶν εὐχῶν σου βοηθείας δεόμεθα· νῦν δὲ πλέον παρακαλῶ σε τοῦτο καὶ εἰς ὄνομά μου καὶ πρὸς τὴν καταλαβοῦσάν με νόσον ἐπείγουσάν με ποιῆσαι καὶ τὸ ἔλαιον κα…ρκ…υ…ς… δοῦναι ?. οὐ γὰρ ἄλλως βοηθεῖσθαι πιστεύω …γα…ροις χριστοφορίας ἕως ὑγίειαν ἔχεις. ἐρρῶσθαί σε ἐν κυρίῳ Χρηστῷ εὔχομαι ἐπὶ πολὺν χρόνον εὐχόμενον ὑπὲρ ἐμοῦ συνεχῶς, πάτερ θεοσεβέστατε καὶ ὁ προφήτης βοᾷ, ἐν θλίψει ἐπεκαλεσάμην καὶ εἰσήκουσεν μου. νῦν ἀληθῶς θλῖψις ἐν ᾗ εἰμί, ὅπου οὔτε ἀδελφοῦ οὔτε τινὸς ἄλλου βοηθῆσαι δύναται βοήθεια εἰ μὴ ἡ διὰ τοῦ κυρίου ἡμῶν Χριστοῦ διὰ τῶν ὑμῶν εὐχῶν προσδοκωμένη ἐλπίς. τῷ παρὰ θεῷ ἠγαπημένω πατρὶ ἄπα Παπνουτίῳ Ἡρακλείδης.