Ancient Greek
P.Lond. 7 1934
Documentary Papyri, P.Lond. 7 1934
Not analysed yet
Ἀπολλώνιος Ζήνωνι χαίρειν. ἀπεστάλκαμέν σοι τῆς παρὰ Διονυσίου τοῦ οἰκονόμου ἐπιστολῆς τὸ ἀντίγραφον. κόμισον οὖν παρὰ Δημητρίου τὰ τρία τάλαντα. …ἔρρωσο. ἔτους κη, Μεσορὴ …Διονύσιος Ἀπολλωνίωι χαίρειν. καθάπερ σὺ ἡμῖν ἐπέστειλας δεδώκαμεν Δημητρίωι τῶι σῶι ὑπηρέτηι εἰς τὴν γινομένην σοι σύνταξιν κατὰ τὸ γραφὲν ἡμῖν παρὰ σοῦ σύμβολον τάλαντα γ, ἀπὸ τούτου ἀργυρίου τάλαντον α, χρυσίου τάλαντον α, καὶ χαλκοῦ εἰς ὀβολοὺς κε 𐅵τοῦ στατῆρος τάλαντον α. ἔγραψα οὖν σοι ὅπως εἰδῆις. ἔρρωσο. ἔτους κη, Μεσορὴ …Ζήνωνι.