Ancient Greek
P.Lond. 7 1935
Documentary Papyri, P.Lond. 7 1935
Not analysed yet
Ἀμύντας Ζήνωνι χαίρειν. δεδώκαμεν Ἀγάθωι τῶι κυβερνήτηι καθάπερ ἡμῖν ἔγραψας ἀργυρίου δραχμὰς ν, τὸν δʼ οἶνον καὶ τὸ μέλι διὰ τὸ Ἀριστέα τε μὴ ἐπιδημεῖν καὶ ὑμᾶς ἅμα προσδέχεσθαι οὔπω σοι ἀπεστάλκαμεν. ὡς δʼ ἂν αἰσθώμεθα εἰ παραγίνεσθε ἢ μή, ἀποστελοῦμέν σοι. ἔρρωσο. ἔτους κη, Ἁθὺρ η.