Ancient Greek
P.Lond. 7 1944
Documentary Papyri, P.Lond. 7 1944
Not analysed yet
Πύθων Ζήνωνι χαίρειν. καθά μοι ἔγραψας, προεῖμαι Θεοδώρωι τῶι παρὰ σοῦ εἰς ὑποζύγια δραχμὰς Α διὰ τὸ μήπω δύνασθαι Ἀμμώνιον αὐτῶι δοῦναι. ἀπέσταλκα δὲ Λέοντα κομίζοντα ἐπιστολὴν παρὰ Ἀμύντου πρὸς Ἀπολλώνιον. χαριεῖ οὖν μοι ἀποδοὺς εὐκαίρως καὶ φιλοτιμηθεὶς ἵνα συντάξηι ποστὴν ἐπιγράφειν ἑκατέραν. εἰ δὲ μή γε, ὥς ποτε αὐτῶι δοκεῖ, ἵνα τὰ σύμβολα ἡμῖν δοθῆι. γράφε δὲ καὶ σὺ ὧν ἂν χρείαν ἔχηις. ἔρρωσο. Πύθων τραπεζίτης Ζήνωνι. ὧν δέδωκεν Θεοδώρωι εἰς τὸν συναγορασμὸν τῶν ὑποζυγίων δραχμῶν Α. ἔτους κθ, Ξανδικοῦ γ