Ancient Greek
P.Lond. 7 1945
Documentary Papyri, P.Lond. 7 1945
Not analysed yet
Ἱεροκλῆς Ζήνωνι χαίρειν. Ἀπολλόδωρος ὁ ἀποδιδούς σοι τὰ γράμματά ἐστιν ἡμῶν φίλος. ἀναπλεῖ οὖν εἰς Ἡρακλέους πόλιν. ἐπεστάλκαμεν δὲ αὐτῶι καταγαγεῖν ἡμῖν ἱμάτια καὶ χιτῶνας. σὺ οὖν καλῶς ἂν ποιήσαις συστήσας αὐτὸν …δηι καὶ Λυσιμάχωι ὅπως ἂν γράψωσιν αὐτῶι γράμματα πρὸς τὴν φυλακὴν τὴν ἐπάνω ὅπως ἂν χρήσωνται αὐτῶι εὐγνωμόνως. καὶ …ιμάχωι δὲ τῶι τελώνηι σύστησον. γέγραφα δὲ καὶ πρὸς τὸν στρατηγὸν τὸν ἐν Ἡρακλέους πόλει περὶ αὐτοῦ ἵνα πάντα τὰ δέοντα γίνηται αὐτῶι. Ἱεροκλῆς περὶ Ἀπολλοδώρου Νικάνορι. ἔτους κθ, Ξανδικοῦ γ, ἐν Μέμφει.