Ancient Greek
P.Lond. 7 1948
Documentary Papyri, P.Lond. 7 1948
Not analysed yet
Γλαυκίας Ἀπολλωνίωι χαίρειν. περὶ ὧν μοι ἐνετείλω ἀναγγεῖλαι Νικάνορι καὶ Ἀντιόχωι, ἀνηγγείλαμεν. ἴσθι δὲ αὐτοὺς συμφερομένους. τὰ δὲ λοιπὰ ὡς ἂν παραγενώμεθα ἀναγγελοῦμέν σοι. παραγενόμενος δὲ καὶ εἰς Βαιτανῶτα καὶ παραλαβὼν Μέλανα ἐπῆλθον τὰ φυτὰ καὶ τὰ ἄλλα πάντα. ἱκανῶς οὖν μοι δοκεῖ κατειργάσθαι, ἔφη δὲ εἶναι τὴν ἄμπελον μυριάδας ὀκτώ . κατεσκευάκει δὲ καὶ φρῆρ καὶ οἴκησιν ἱκανήν. ἔγευσεν δέ με καὶ τοῦ οἴνου, ὃν οὐ διέγνων πότερον Χῖός ἐστιν ἢ ἐπιχώριος. καλῶς οὖν ποιεῖς εὐκληρῶν κατὰ πάντα. ἔρρωσο. ἔτους κθ, Ξανδικοῦ ζ. παρὰ Γλαυκίου περὶ ὧν ἐνετέταλτο ἀναγγεῖλαι Ἀντιόχωι καὶ Νικάνορι, καὶ τοῦ οἴνου ἐν Βαιτανάτοις. Ἀπολλωνίωι. ἔτους κθ, Ξανδικοῦ ,ἐν Ἀλεξανδρείαι.