Ancient Greek
P.Lond. 7 1946
Documentary Papyri, P.Lond. 7 1946
Not analysed yet
Ἱεροκλῆς Νικάνορι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσσεις κατὰ νοῦν, εὖ ἂν ἔχοι. ὑγιαίνω δὲ καὶ αὐτός. Ἀπολλόδωρος ὁ ἀποδιδούς σοι τὰ γράμματά ἐστιν ἡμῶν φίλος, ἀναπλεῖ δὲ εἰς Ἡρακλέους πόλιν. ἔστιν γὰρ αὐτῶι ἐκεῖ κλῆρος. συνετάξαμεν δὲ αὐτῶι καταγαγεῖν ἡμῖν ἱμάτιά τινα. σὺ οὖν καλῶς ἂν ποιήσαις ὑπὲρ αὐτοῦ γράψας πρὸς …δην καὶ Λυσίμαχον ὅπως ἂν γράψωσιν ὑπὲρ αὐτοῦ πρὸς τὴν η… καὶ τὰ λοιπὰ δὲ ὅπως ἂν εὐγνωμόνως χρήσωνται. καὶ ἐὰν χρείαν ἔχηι κερματίου ἵνα πλείους ἡμέρας ἐνδημῆι, δὸς αὐτῶι. γέγραφα δὲ καὶ πρὸς Ζήνωνα ἐπιστολὴν περὶ αὐτοῦ. προσάγαγε οὖν αὐτόν. ταῦτα δὲ ποιῶν σφόδρα μοι χαριεῖ. γράφε δὲ σὺ ὧν ἂν χρείαν ἔχηις. πάντα γάρ σοι ποιήσομεν ἐκθύμως. Ἱεροκλῆς Ζήνωνι.