Ancient Greek
P.Lond. 7 1953
Documentary Papyri, P.Lond. 7 1953
Not analysed yet
Πανακέστωρ Κλειτάρχωι Ἄνδρωνι χαίρειν μετρήσατε Νικηράτωι Πρωτάρχου δάνειον εἰς τὸ κάτεργον εἰς τὴν γῆν ἣν ἔχει κριθῶν ἀρτάβας κ, καὶ Κελεήσει Ὥρου Πέρσηι δάνειον κριθῶν ἀρτάβας ι καὶ σπέρμα πυρῶν ἀρτάβας β, καὶ Πάτιτι Πάιτος δάνειον εἰς τὸ κάτεργον κριθῶν ἀρτάβας ιε καὶ σπέρμα πυρῶν ἀρτάβας γ, καὶ Νικομάχωι Βαλάκρου Μακεδόνι σπέρμα πυρῶν ἀρτάβας γ. ἔτους κθ, Θωὺθ κε. Πανακέστωρ Κλειτάρχωι Ἄνδρωνι χαίρειν. μετρήσατε Νικηράτωι Πρωτάρχου δάνειον εἰς τὸ κάτεργον κριθῶν ἀρτάβας κ, καὶ Κελεήσει Ὥρου Πέρσηι δάνειον κριθῶν ἀρτάβας ι καὶ σπέρμα πυρῶν ἀρτάβας β, καὶ Πάτιτι Πάιτος δάνειον εἰς τὸ κάτεργον κριθῶν ἀρτάβας ιε καὶ σπέρμα πυρῶν ἀρτάβας γ, καὶ Νικομάχωι Βαλάκρου Μακεδόνι σπέρμα πυρῶν ἀρτάβας γ. ἔρρωσο. ἔτους κθ, Θωὺθ κε. διὰ Διοδώρου μετρήσατε. Γ Κλειτάρχωι Ἄνδρωνι. κε. σιτικά.