Ancient Greek
P.Lond. 7 1954
Documentary Papyri, P.Lond. 7 1954
Not analysed yet
Ἀπολλωνίωι διοικητῆι χαίρειν οἱ γεωργοὶ οἱ ἐκ τοῦ Ἡλιοπολίτου ἐκ κώμης τῆς Φιλαδέλφου τοῦ Ἀρσινοίτου νομοῦ ἐκ τῶν σῶν μυρίων ἀρουρῶν. σοῦ δόντος ἡμῖν ἀρούρας Α ἐκ τῶν μυρίων ,καὶ ταύτας κατεργασαμένων καὶ σπειράντων ἀφείλετο ἡμῶν Δᾶμις ἀρούρας σ. ἡμῶν δʼ ἀντιλεγόντων ἀπήγαγεν τῶν πρεσβυτέρων τρεῖς ἕως ἠνάγκασεν ἀποστασίου γράψασθαι. καὶ βουλομένων δʼ ἡμῶν ἀφίστασθαι ἐκ τῶν χιλίων ἀρουρῶν καὶ ἀξιούντων αὐτὸν χορηγῆσαι ἡμῖν ἕως κατεργασάμενοι σπείρωμεν, οὐδʼ οὕτω ἠβούλετο, ἀλλὰ περιεῖδεν ἄσπορον γενομένην τὴν γῆν. ἔστιν δὲ καὶ ἄλλος γραμματεὺς Αἰγύπτιος τῶν πονηρῶν, ὃς οὐκ ἐᾶι τὴν πόλιν κατοικεῖν ἀλλʼ ἀποδιώκει τοὺς ἐκεῖ ὄντας. καὶ οὐκ ὀλίγα δὲ ἁμαρτήματά ἐστιν ἐν ταῖς μυρίαις ἀρούραις διὰ τὸ μὴ ὑπάρχειν ἄνθρωπον συνετὸν περὶ γεωργίαν. δεόμεθα οὖν σου, εἴ σοι δοκεῖ, εἰσκαλέσασθαί τινας ἡμῶν, καὶ εἰσακοῦσαι περὶ ὧν βουλόμεθά σοι ἀναγγεῖλαι. εἰκοσταῖοι γάρ ἐσμεν ἀφʼ οὗ ἐνδημοῦμεν. βουλομ…αι οὐ δυνάμεθα, ἀλλὰ ἐξανηλώκαμεν εἴ τι εἴχομεν ἐπιδημοῦντες. εὐτύχει.