Ancient Greek
P.Lond. 7 1955
Documentary Papyri, P.Lond. 7 1955
Not analysed yet
Ζωίλωι χαίρειν οἱ γεωργοὶ οἱ ἐκ τοῦ Ἡλιοπολίτου ἐκ κώμης τῆς Φιλαδέλφου ἐκ τῶν μυρίων ἀρουρῶν. τρίτην σοι ταύτην ἔντευξιν δεδώκαμεν διὰ τὸ προεστηκέναι σε τοῦ νομοῦ. διελέγη δέ σοι καὶ Ἀπολλώνιος περὶ ἡμῶν. γίνωσκε οὖν οὐκ ὀλίγα ἡμᾶς βλαπτομένους ἐν τῆι ἐπιδημίαι ταύτηι, Δᾶμίς τε ὀλιγωρεῖ ἡμῶν καὶ οὐδὲ λόγον ἔχει. καὶ τὸν δρυμὸν τὸν ἐν τῆι γῆι ὃν ἔδει κατεργάσασθαι κεκώλυκεν ἡμᾶς, καὶ νῦν διʼ αὐτὸν κινδυνεύει ἡ γῆ ἄσπορος γενέσθαι. γεγράφαμεν οὖν σοι ἵνα εἰδῆις. καὶ εἴ σοι δοκεῖ, εἴσαγε ἡμᾶς πρὸς Ἀπολλώνιον. ἔστιν γάρ τινα ἃ βουλόμεθα ἀναγγεῖλαι ὠφέλιμα αὐτῶι. εὐτύχει.