Ancient Greek
P.Lond. 7 1976
Documentary Papyri, P.Lond. 7 1976
Not analysed yet
Αὖγχις Ζήνωνι χαίρειν. λαμβάνουσα ζῦτον ἐκ τοῦ μεγάλου ζυτοπωλίου διατίθημι τὴν ἡμέραν δραχμῶν δ, καὶ εὐτακτῶ. Δημήτριος δέ μου ὁ ἀμπελουργὸς ἀπατήσας τὴν θυγατέρα ἐξαγαγὼν κρύπτει, φάμενος συνοικήσειν αὐτῆι ἄνευ ἐμοῦ. αὕτη δὲ συνένεμε τὸ ἐργαστήριον καὶ ἐμὲ ἔτρεφεν πρεσβυτέραν οὖσαν. νῦν οὖν ζημίαν ποιῶ ταύτης ἐξελθούσης, καὶ αὐτὴ δὲ τὰ δέοντα οὐκ ἔχω. ἔχει δὲ καὶ γυναῖκα ἑτέραν καὶ παιδία ὧδε ὥστε οὐ δύναται συνοικεῖν ἧι ἠπάτησεν. ἀξιῶ οὖν βοηθῆσαί μοι διὰ τὸ γῆρας καὶ παραδοῦναί μοι αὐτήν. ἔρρωσο. ἔτους λβ, μεχείρ. Αὖγχις.