Ancient Greek
P.Lond. 7 1977
Documentary Papyri, P.Lond. 7 1977
Not analysed yet
Ζήνων Ζήνωνι χαίρειν. γέγραφέν μοι Νίκων ἀδελφὸς διαγεγραφέναι Κτησίαι τῶι παρὰ σοῦ εἰς μέλιτος τιμὴν μετρητῶν δ ὡς τοῦ μετρητοῦ δραχμῶν κδ ἀργυρίου ϙϛ. εἰς τοῦτο παραμεμέτρηται Θύρσος ὁ παρʼ ἡμῶν χόας ιϛ 𐅵. καλῶς ἂν οὖν ποιήσαις τὸ κατάλοιπον τῆς τιμῆς συντάξας ἀποδοῦναι Θύρσωι, εἰ μὴ ἄλλως πως σὺ διώικηκας. ἔρρωσο. ἔτους λγ, Παῦνι β. μετρεῖ ὁ μελισσουργὸς μέλιτος χόας ιϛ 𐅵ἀνὰ δραχμὰς β τριώβολον γίνονται μα ὀβολὸς α 𐅵λοιπὸν δραχμαὶ νδ ὀβολοὺς δ 𐅵προσμετρήσεις μέλιτος χόας κδ ἀνὰ β ὀβολὸν χαλκοῦς 2 λβ β τετρώβολον χαλκοῖ 2 γίνονται δραχμαὶ νγ λοιπὸν δραχμὴ α ὀβολοὶ δ 𐅵. ἀπὸ τούτου λε ιζ τριώβολον φόρετρον ἐν Κροκοδείλων πόλει. …Ζήνωνι. ρδ ὀβολοὶ β δ ιβ ὀβολὸς α δ