Ancient Greek
P.Lond. 7 1979
Documentary Papyri, P.Lond. 7 1979
Not analysed yet
Δημήτριος Ζήνωνι χαίρειν. εὖ ἂν ἔχοι εἰ τῶι τε σώματι ὑγιαίνεις καὶ ἐν τοῖς ἄλλοις κατὰ λόγον ἀπαλλάσσεις. ὑγίαινον δὲ καὶ ἐγώ. γίνωσκε τὸν πατέρα τε καὶ Ἀκρίσιον διασεσωιμένους εἰς οἶκον. παρόντες γάρ τινες ἐκ Ῥόδου ἀνήγγελλον τὸ ποῖον ὅτι ἐν Ῥόδωι ἦν τὸ Τιμοκράτους ἤδη ἐκ Καύνου παραγεγενημένον. καὶ ἐκπλέοντες δὲ κατέλιπον τύλας τε καὶ προσκεφάλαια δερμάτινα, ἃ συνέταξαν ἀποστεῖλαι Κίμωνα εἰ Καῦνον. τέως μὲν οὖν οὐκ ἐκπεποίηκεν αὐτῶι ἀποστεῖλαι, ὡς ἂν δὲ τάχιστα, ἅμα τῆι ὡραίαι, εὐθέως ἀποστελεῖ. ἐγενήθη δὲ τὰ αἴτιον τὸ μὴ ἀναλαβεῖν τὸν ναύκληρον ταῦτα παρὰ τὸ μὴ δύνασθαι ἀποτελωνήσασθαι, ἀλλʼ ἡμέρας πλείους ἑλκῦσαι ἕως ὅτου καὶ τὸ πλοῖον μετέωρον ὥρμει. ἴσθι δὲ καὶ τὴν μνᾶν τοῦ ἀργυρίου ἣν συνέστησας ἡμᾶς παρὰ Σωστράτου λαβεῖν οὐκ εἰληφότας . ἔδειξε δʼ ἡμῖν καὶ Δημήτριος τὸ ὑπόμνημα τὸ παρὰ σοῦ, ἐν ὧι γράφεις ἐκ τοῦ μέλιτος δοῦναι ἡμῖν. τὸ δὲ μέλι πεπραμένον ἤδη ἦν ὑπὸ τῶν περὶ Ἰσοκράτην τὸν τραπεζίτην, καὶ οὐκ ἔφασαν ἐκποεῖν οὐδʼ αὑτοῖς τὰ ἀργύριον ἐβουκόλησεν μὲν οὖν ἡμᾶς Σώστρατος· συστήσας γὰρ ἡμῖν Προῖτον ἵνα δῶι ἐκ τοῦ μέλιτος, πάλιν ἀποσυνέταξεν ἀποτρέχων μηκέτι τὸ μέλι Προίτωι προέσθαι. ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ἀναπλεῦσαι πρός σε, ἀλλʼ οὐκ ἐκπεποίηκέ μοι. γράφει γὰρ Ἀντιλέων πρός σε ἐπιστολὴν ὑπὲρ μοῦ. ἔρρωσο. ἔτους λγ, Ἁθὺρ ι. Δημήτριος Ζήνωνι. περί τε τῆς μνᾶς τοῦ ἀργυρίου ὅτι οὐκ εἴληφεν, καὶ περὶ τῶν τυλῶν, ὅτι ἀπολελειμμέναι εἰσίν.