Ancient Greek
P.Lond. 7 1980
Documentary Papyri, P.Lond. 7 1980dupl
Not analysed yet
προσάνγελμα Κολλούθηι κωμογραμματεῖ Ἀμμωνιάδος παρὰ τῶν γεωργῶν τῶν ἐξ Ἀμμωνιάδος ὧν κατεμετρήθη ὁ σπόρος αὐτῶν τοῖς πεζοῖς. ἀδικούμεθα ὑπὸ Νέστου καὶ Τορρίμμου καὶ Ζήνωνος, ὄντες κριταὶ αὐτοὶ καὶ τὴν γῆν ἡμῶν ἀφήιρηνται. βουλομένων γὰρ τῶν πεζῶν ἐκδοῦναι ἡμῖν τὴν γῆν τοῖς γεωργοῖς τοῖς κατεσπαρκόσιν ἵνα μὴ ἀνασοβηθῶμεν ὄντες γεωργοὶ αν ἐμποδίσαντεςΝέστος καὶ Τορρίμμας καὶ Ζήνων ἐξειλήφασιν τὴν γῆν. ἐπεὶ δὲ τὴν γῆν παρήιρηνται ἡμῶν, ἀξιοῦμεν τὸν σπόρον ἡμῖν ἀποδοθῆναι …ηι… κατὰ τὴν σύνκρισιν. γεγράφαμεν οὖν σοι ἵνʼ εἰδῆις, διότι ἐκχωρήσομεν ἀδικούμενοι, καὶ Φιλίσκου γράψαντος τοῦ οἰκονόμου περὶ ἡμῶν ἐπιθεωρήσειν ἔτους λγ, Χοίαχ κα.