Ancient Greek
P.Lond. 7 2038
Documentary Papyri, P.Lond. 7 2038
Not analysed yet
Ζήνωνι χαίρειν Λυσίμαχος καὶ Παῆσις κεραμεῖς. σοῦ προστάξαντος τόπον τε ἡμῖν δοῦναι καὶ χαλκῶν Παῆσι μὲν …Λυσιμάχωι δὲ …καὶ σοῦ ἀποδημήσαντος οὐδὲ τὸν τόπον ἡμῖν ἔδωκαν καθότι συνέταξας, ἀλλʼ ἠργήσαμεν ἡμέρας τέτταρας ,μισθωτοὺς …οἷς δίδοκαταμηνίους ἔχοντες …εἴς μεν τὸ καθʼ ἡμέραν …τε τὸ καθʼ ἡμέραν ἡμῖν γινόμενον εἰλήφαμεν τοῦ μηνὸς τούτου ἀπὸ …ἕως ἔχομεν ιζ ἡμερῶν …ἀντὶ κεραμίων ρκη δραχμὰς ξ. γεγόνασιν οὖν διάφορον ἐν ταῖς δ ἡμέραις αἷς ἠργήσαμεν τόπον οὐκ ἔχοντες κεράμια λ. περὶ ὧν ἐπεμαρτυρόμεθα Νέστωι Ἰατροκλεῖ Ἁρμοδίωι Ἀνόσιτι τῶι γραμματεῖ. ἵνα οὖν μὴ πάλιν ἀργήσωμεν ἐγκαταλελειμμένοι ὑπὸ τῶν μισθωτῶν καλῶς ἂν ποιήσαις προστάξας τοὺς μισθοὺς εὐτάκτως ἡμῖν ἀποδιδόναι. καὶ νῦν ὀπτᾶν μέλλομεν καὶ οὐκ ἔχομεν ἀνήλωμα. εὐτύχει.