Ancient Greek
P.Lond. 7 2039
Documentary Papyri, P.Lond. 7 2039
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Μένανδρος τῆς ἐπιγονῆς. ἀδικοῦμαι ὑπὸ Διονυσοδώρου τῶν κληρούχων. αἰτησαμένου γάρ μου τόπον ἔρημον Πετοσῖριν τὸν σταθμοδότην κατωικοδόμησα ἐμαυτῶι οἰκίαν. προσελθόντος δέ μοι καὶ ἀξιώσαντος Διονυσοδώρου ἀντὶ ἐνοικίου δραχμὰς β εἰς ἐνιαυτόν, ἄχρι ἤμην ἐν ἀγρῶι παρὰ Ἀμβιλάωι …ων αὐτῶι τὸν κλῆρον, κατωικοδόμει μοι τὴν οἰκίαν κύκλωι καταγνούς μου τὴν ἐρημίαν τύπτων ἐγβάλλει . ἐπεὶ δʼ ἐπέσχον, οὐκ ἔχων τὸν παραστησόμενόν μοι, ἄλλην οἰκίαν ὠικοδόμησα ἐμαυτῶι, αὐτὸς ἐγβάλλει με τύπτων καὶ ἀπὸ ταύτης φάμενος παρὰ Ζήνωνος ἔχειν τὸν τόπον ἅπαντα, ἐν τῆι κρίσει εἰσ…όμενος πρός με ἐπὶ Νέστου. δέομαι οὖν σου, εἰ καί σοι δοκεῖ, διακοῦσαί μου ἵνα μὴ καταδυναστευθῶ ὑπὸ Διονυσοδώρου. εὐτύχει.