Ancient Greek
P.Lond. 7 2055
Documentary Papyri, P.Lond. 7 2055
Not analysed yet
Ζήνωνι χαίρειν Τεῶς ποικιλτὴς τῶν ἐν Φιλαδελφείαι. εἴ σοι δοκεῖ, ἵνα παρὰ σοὶ ἐργάζωμαι τὰς ψιλοτάπιδας. καὶ ἀπὸ τοῦ κατέργου οὗ ἐλάμβανεν Πετοσορᾶπις ἀφίημι δραχμὰς δ. γείνωσκε δέ με οὐκ ὄντα ξένον Φιλαδελφείας, ἀλλʼ ἐνοικοῦντάς μου οἰκείους καὶ ἀδελφούς. ἐὰν δέ με ζητῆις, εὑρήσεις με ἐν τοῖς Ἀρτεμιδώρου τοῦ παιδός. εὐτύχει.