Ancient Greek
P.Lond. 7 2056
Documentary Papyri, P.Lond. 7 2056
Not analysed yet
Φιλῖνος Ζήνωνι χαίρειν. καλῶς ἂν ποιήσαις ἀποδοὺς Ποσειδωνίωι τὸ κεράμιον τοῦ οἴνου ἡδέος ὃ ὡμολόγησας, ὡσαύτως δὲ καὶ ἡμῖν ἀπόστειλον τό τε ἕψημα καὶ τὸ μέλι. ἀπόστειλον δὲ καὶ τὸ ἱερεῖον ἐν τάχει ἵνα μὴ καθυστερήσωμεν εἰς τὴν τοῦ βασιλέως παρουσίαν. ἔρρωσο. Ζήνωνι.