Ancient Greek
P.Lond. 7 2066
Documentary Papyri, P.Lond. 7 2066
Not analysed yet
ἐὰν μνησθῆις Διονυσοδώρωι πρὸ τοῦ τὰς εἰσμετρήσεις πραγματευθῆναι Καλλικράτην, ὅπως παρὰ τῶν τὴν ἀντὶ τοῦ πυροῦ καὶ κριθοπύρου κριθὴν εἰσμεμετρημένων καὶ εἴ τι ἄλλο τοιοῦτο γένος εἰσμετρεῖται συντάξηι ἐκ τοῦ κατὰ λόγον προσδέχεσθαι, οὐκ ὀλίγον πλῆθος σίτου σοι κουφισθήσεται, διὰ τὸ ἐνίοις ἀντὶ μιᾶς διμοίρου ἀρτάβαιγ προσλελογίσθαι, τισὶν δὲ δύο ,τοῖς δὲ καὶ πλεῖον, ἐνίοις δʼ ἐκ τοῦ κατὰ λόγον. τοῦτο δʼ εὐχερές ἐστιν διὰ τὸ ἐν τοῖς λόγοις μηθὲν τοιοῦτο διεστάλθαι, ἀλλʼ ἐν αὐτῶι τῶι τῶν δανείων, ὃν μεταγράψαντες ὡσαύτως θησόμεθα· ἱκανοὶ γὰρ ἔσονται χάρται δ. ἀπολογιεῖ δὲ τοὺς σιτολόγους αἰτίους εἶναι οὐ διεσταλκότας αὐτούς.