Ancient Greek
P.Lond. 7 2067
Documentary Papyri, P.Lond. 7 2067
Not analysed yet
…χθιος καὶ εἰσβιβάσαντες αὐτὸν εἰσ…τῶν καταπλεόντων πλοίων φιλανθρώπως ἐὰν δὲ μηδὲν ἐφορμῆι, εἰς τὸ ὑπηρετικὸν τοτε… ν…νπ… ἐμβαλόντες καταπέμψατε εἰς Μέμφιν. γεγράφαμεν δὲ καὶ ἡμεῖς τῶι κυβερνήτηι καταπλεῦσαι. Ἁρμούθηι. γέγραφεν ἡμῖν Ἑρμάφιλος τὸν παρὰ Ἀφθονήτου ἀπεσταλμένον ἐμβαλομένους εἰς τὸ ὑπηρετικὸν καταπέμψαι εἰς Μέμφιν. ὡς ἂν οὖν λάβηις τὴν ἐπιστολὴν ἐμβιβάσας τὸν ἄνθρωπον κατάπλευσον, καὶ ἀποκαταστήσας ἀνάκαμπτε πάλιν εἰς Κερκὴν συντόμως.