Ancient Greek
2191.3.28 to 2191.4.45
Documentary Papyri, P.Lond. 7 2191.3.28-2191.4.45
Not analysed yet
ἀνὰ ϛ 𐅵ἀπὸ τῆς καθηκούσης αὐτῇ μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης· νότου καὶ ἀπηλιώτου ἱερὰ γῆ τῆς Ἀφροδίτης, βορρᾶ γῆ Νεχούτου τοῦ Ζμῖνος, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος καλουμένης Τμοναρῆι ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῆι ὀγδόου μέρους τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Καλλίου, ἀπηλιώτου ἱερὰ γῆ τῆς Ἀφροδίτης καὶ κοιλάς, βορρᾶ ἱερὰ γῆ τοῦ ἐν Παθύρει ἱεροῦ, λιβὸς ὄρος· καὶ ἀπʼ ἄλλης σφραγῖδος, ἧς μέτεστι Τισύτμει Φράσιος τὰς ἑαυτῆς μερίδας, ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῇ μέρους τὴν αὐτὴν μερίδα ἑβδόμην, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Σεναμούνιος, βορρᾶ γῆ τῶν ἰβιοβοσκῶν, ἀπηλιώτου περίχωμα, λιβὸς γῆ Σεναμούνιος· καὶ ἀπʼ ἄλλης σφραγῖδος ἐν τῆι κάτω ταινίαι, ἧς μέτεστι τῆι αὐτῆι Τισύτμει Φράσιος μερίδα, ἀπὸ τῆς καθηκούσης αὐτῆι μερίδος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες τῆς ὅλης γῆς· νότου γῆ Κολλούθου τοῦ Φίβιος, βορρᾶ γῆ Καλῆτος, ἀπηλιώτου ὁδός, λιβὸς γῆ Νεχούτιος τῆς Πελαίου καὶ Ἀνεμπεῦτος· καὶ ἀπὸ τοῦ ὑπάρχοντος αὐτῆι φοινικῶνος ἐν τῆι περιστάσει τῆς πόλεως τὴν ἑβδόμην μερίδα, γείτονες· νότου φοινικὼν Ζμίνιος, βορρᾶ γῆ Γόνσιος, ἀπηλιώτου ποταμός, λιβὸς διῶρυξ βασιλική· καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτῆι τε οἰκίας ὠικο- δομημένης καὶ τεθυρωμένης καὶ ἐστεγασμένης τῆς οὔσης ἐντὸς τοῦ ὀχυρώματος, ἧς μέτεστι Θαίβει τὸ 𐅵,ἀπὸ τοῦ 𐅵αὐτῆς τὴν ἑβδόμην μερίδα, γείτονες· νότου οἰκία Θράσωνος, βορρᾶ οἰκία Νεχθμίνιος ἀνὰ μέσον ῥύμη ἀπηλιώτου Καιῆς, λιβὸς οἰκία Παθώτου· καὶ ἀπʼ ἄλλης οἰκίας ἐν τῆι ἄνω ταινίᾳ τοῦ ὀχυρώματος τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες· νότου οἰκία Ὤρου τοῦ Θοτορταίου, βορρᾶ ῥύμη, ἀπηλιώτου οἰκία Θαίβιος, λιβὸς ῥύμη· καὶ ἀπʼ ἄλλου ψιλοῦ τόπου τοῦ ὄντος ἐπάνω τῆς Σεννήσιος τῆς Χαρίστιος οἰκίας τὴν αὐτὴν ἑβδόμην μερίδα, γείτονες· νότου Πανεχάτου τοῦ Πελαίου καὶ τῶν ἀδελφῶν ψιλὸς τόπος, βορρᾶ οἰκία Σεννήσιος, ἀπηλιώτου ῥύμη, λιβὸς ψιλοὶ τόποι τοῦ ἱεροῦ· καὶ ἀπʼ ἄλλης οἰκίας ὠικοδομημένης καὶ τεθυρωμένης τὴν αὐτὴν μερίδα, γείτονες τῆς ὅλης· νότου Ἰσιεῖον ἀνὰ μέσον ῥύμη βασιλική, βορρᾶ οἰκία Νεχούτου τοῦ Ζμῖνος, ἀπηλιώτου πλατεία ὁδὸς τῶν θεῶν, λιβὸς οἰκία Ἁρογγοῦτος·