Ancient Greek
2191.4.46 to 2191.5.58
Documentary Papyri, P.Lond. 7 2191.4.46-2191.5.58
Not analysed yet
καὶ ἀπʼ ἄλλου ψιλοῦ τόπου ἐν τῆι κάτω ταινίᾳ τὴν ἑβδόμην μερίδα, γείτονες· νότου καὶ βορρᾶ ψιλὸς τόπος Κοβαετήσιος, ἀπηλιώτου οἰκία Ἁρμώνθιος, λιβὸς Τειαῖτος οἰκία, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν πάντων τούτων. μὴ ἐξέστω δὲ Ταθώτηι μηθενὶ ἄλλωι παραχωρεῖν τὴν ἑβδόμην μερίδα τῶν προκειμένων· εἰ δὲ μή, ἄκυρος ἔστω καὶ προσαποτεισάτω ὁ ἐπιπορευόμενος ἐπίτιμον παραχρῆμα τῆι μὲν Κοβαετήσει χαλκοῦ τάλαντα εἴκοσι καὶ ἱερὰς τοῖς βασιλεῦσιν ἀργυρίου ἐπισήμου δραχμὰς τ καὶ μηθὲν ἧσσον κύρια ἔστω τὰ διωμολογημένα. Ἔτους β Ἁθὺρ ια· τέτακται ἐπὶ τὴν ἐν Παθύρει τράπεζαν, ἐφʼ ἧς Ἡρακλείδης, θέμα δεκάτον ἐγκυκλίου Κοβαετῆσις Φαγώνιος· χαλκοῦ, οὗ ἀλλαγή, Γ γίνονται Γ. Ἡρακλείδης τραπεζίτης