Ancient Greek
P.Louvre 1 11
Documentary Papyri, P.Louvre 1 11
Not analysed yet
ἔτους …-καιδεκάτου Τιβερίου Καίσαρος Σεβαστοῦ, μηνὸς Γορπιαίου ἕκτηι καὶ εἰκάδι, Ἐπεὶφ κϛ, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἁρπαγάθης …ὡς ἐτῶν εἴκοσι πέντε, οὐλὴ ὑπὸ …τρίχα …Τανεφρύμει Ἁρπαγάθου ὡς ἐτῶν …-κοντα ὀκτώ, οὐλὴ χειρὶ ἀριστερᾷ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ὥρου Ἁρπαγάθου, ὡς ἐτῶν πεντήκοντα …οὐλὴ …μέσωι, πεπρακέναι αὐτοῖς τὸ ὑπάρχον αὐτῶι ὄργανον ἀκάνθινον ……λαρπ… …σὺν χοινικίδι καὶ πήχεσι καὶ ἀπέχειν παρʼ αὐτῶν παραχρῆμα τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσειν πάσῃ βεβαιώσει καθὼς πρόκειται καθάπερ ἐκ δίκης. ἡ συγγραφὴ κυρία. ὑπογραφεὺς Ἁρπαγάθης ὁ προγεγραμμένος, τοῖς δὲ ἄλλοις Ὥρος Ἁρπαγάθου ὁ προγεγραμμένος. Ἁρπαγάθης τοῦ δεῖνος ὁμολογῶ πεπρακέναι Τανεφρύμει Ἁρμαγάθου μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Ὥρου Ἁρπαγάθου τὸ ὑπάρχον μοι ὄργανον ἀκάνθινον ἐξ…ο …α σὺν χοινικίδι καὶ πήχεσι μηχανικῶν …ορικουσ…μισθουστετωνκετα …καὶ ἀπέχω παραχρῆμα τὴν συγκεχωρημένην τιμὴν πᾶσαν ἐκ πλήρους καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκειται. ἔτους ι… Τιβερίου Καίσαρος Σεβαστοῦ, Ἐπίφι κϛ. ἀναγέγραπται διὰ τοῦ ἐν τῇ Σοκνοπαίου Νήσου γραφείου.