Ancient Greek
P.Louvre 1 12
Documentary Papyri, P.Louvre 1 12
Not analysed yet
Πανεφρεμμις Ὥρου τοῦ Στοτοήτεως τῶν ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος …τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογῶ πεπρακέναι Σαταβοῦτι Πανεφρέμμεως ἀπὸ τῆς αὐτῆς Σοκνοπαίου Νήσου κώμης κάμηλον θήλειαν τελείαν κεχαραγμένην ἐπὶ τῷ δεξιῷ μηρῷ …Η, καὶ ἀπέχω τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑξακοσίας, γίνονται δραχμαὶ χ. ἔτους ε Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ γ.