Ancient Greek
P.Louvre 1 17
Documentary Papyri, P.Louvre 1 17
Not analysed yet
……ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Πανεφρέμμις Πανούφιος Πανεφρέμμεως ἱερεὺς …φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν ἑξήκοντα οὐλὴ ἀντικνημίῳ ἀριστερῷ τῇ ἑαυτοῦ γυναικὶ Θατρῆτει Τεσενούφεως τοῦ Τεσενούφεως ἱερείᾳ ὡς ἐτῶν ν ἀσήμῳ μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Στοτοήτιος Στοτοήτιος ὡς ἐτῶν κθ οὐλὴ ἀντικνημίῳ ἀριστερῷ ἔχειν παρʼ αὐτῆς τὸν ὁμολογοῦντα παραχρῆμα διὰ χειρὸς ἀργυρίου ἐπισήμου Σεβαστοῦ νομίσματος δραχμὰς τριακοσίας, γίνονται δραχμαὶ τ, παραθήκην ἀκίνδυνον καὶ ἀνυπόλογον παντὸς ὑπολόγου, ἃς καὶ ἀποδιδόναι ὁμολογεῖ ὁπηνίκα ἐὰν αἱρῆται ἡ Θατρῆς ἄνοι ἁπάσης ἂν ὑπερθέσεως καὶ εὑρησιλογίας, δίκης καὶ κρίσεως πάσης. ἐὰν δὲ μὴ ἀποδοῖ καθʼ ἃ γέγραπται, ἐκτίσειν αὐτὴν τὴν παραθήκην διπλῆν ἀκολούθως τῷ τῶν παραθηκῶν νόμῳ, τῆς πράξεως οὔσης τῇ Θατρῆτι ἐκ τῶν ὁμολογούντων καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ καθάπερ ἐκ δίκης. ὑπογραφεὺς Πακῦσις Σαταβοῦτος, γέγραφεν ὑπὲρ Πανεφρέμμεως.