Ancient Greek
P.Louvre 1 18
Documentary Papyri, P.Louvre 1 18
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Θὼθ ιγ, ἀπὸ τῆς Διοσκόρου τοῦ Διοσκόρου τραπέζης Βιθυνῶν. Δωρᾶς ὁ καὶ Νίννος Δωρᾶ Παμμένῃ Μύσθου τοῦ Παμμένους ἀπὸ …αλ…λως κώμης ὡς ἐτῶν νγ, ἀσήμῳ, καὶ Ἀπύνχι Πανεφρέμμεως τοῦ Ἀπύνχεως ὡς ἐτῶν λζ, οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς, καὶ Σαταβοῦτι Στοτοήτιος τοῦ Πανομμιέως ὡς ἐτῶν λθ, οὐλὴ βραχίονι ἀριστερῷ, καὶ Πεκυσι Πανεφρέμμεως τοῦ Ὥρου ὡς ἐτῶν κζ, ἀσήμῳ, τοῖς γ ἀπὸ κώμης Σοκνοπαίου Νήσου, τοῖς δ Πέρσαις τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν ἔχειν αὐτοὺς παρὰ τοῦ Δωρᾶ χρέος κεφαλαίου ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρας, γίνονται δραχμαὶ φκδ, τόκου δραχμιαίαν τῇ μνᾷ τὸν μῆνα καὶ ἀποδώσουσι τὸ κεφάλαιον καὶ τοὺς τόκους τῇ τριακάδι τοῦ ἐνεστῶτος μηνὸς Σεβαστοῦ ἀνυπερθέτως. καὶ Σαταβοῦς Στοτοήτιος καὶ Πακῦσις Πανεφρέμμεως οἱ δ ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ἔχομεν καὶ ἀποδώσομεν τὰς τῆς χρήσεως κεφαλαίου ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρες, γίνονται δραχμαὶ φκδ, καὶ τοὺς δραχμαίους τόκους τῆι τριακάδι τοῦ ἐνεστῶτος μηνὸς Θώθ. Παμμένης ἔγραψα ὑπὲρ Ἀπύγχεως καὶ Πακύσιος τὰ πλεῖστα, ὑπὲρ δὲ τοῦ Σαταβοῦτος ἀγραμμάτου καθὼς πρόκιται. Ἀπυγχις Πανεφρέμμιος ἔχω καὶ συναποδώσω τὰς τῆς χρήσεως ἀργυρίου δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρες καὶ τοὺς δραχμαίους τόκους καθὼς πρόκειτα. Πακῦσις Πανεφρέμμεως ἔχω καὶ συναποδώσω ἐξ ἀλληλεγγύης τὰς τῆς χρήσεως δραχμὰς πεντακοσίας εἴκοσι τέσσαρας καὶ τοὺς δραχμαίους τόκους καθὼς πρόκειτα.