Ancient Greek
P.Louvre 1 19
Documentary Papyri, P.Louvre 1 19
Not analysed yet
ἔτους πέμπτου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ, μηνὸς Ἁδριανοῦ Χοιὰκ ἑβδόμῃ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Αὐρήλιος Σώτας Ἀπύγχεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου, καταγινόμενος ἐν ἐποικίῳ Μαρέμπεως τῆς Θεμίστου μερίδος, ὡς ἐτῶν τεσσεράκοντα δύο ,οὐλὴ ἀντικνημίῳ δεξιῷ, Γαίῳ Ἰουλίῳ Σατορνείλῳ υἱῷ Γαίου Ἰουλίου Σατορνείλου οὐετρανοῦ ἔχειν παρʼ αὐτοῦ ὁ ὁμολογῶν παραχρῆμα διὰ χειρὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑβδομήκοντα δύο καὶ λαχανοσπέρμου μέτρα ἑπτὰ ἥμισυ, ἃς καὶ ἀποδώσει ὁ ὁμολογῶν ἐν μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως γινομένης …τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος ἢ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. Σώτας ἀπὸ Σοκνοπαίου Νήσου δραχμαὶ οβ καὶ λαχανοσπέρμου μέτρα ζ 𐅵.