Ancient Greek
P.Louvre 1 41
Documentary Papyri, P.Louvre 1 41
Not analysed yet
Κλαυδίου Συρίωνος αἰωνίου γυμνασιάρχου τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζει διὰ Ἀρχωνᾶ φροντιστοῦ τῶν περὶ Ἡράκλειαν Σωτᾶτι Νησιώτῃ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐνοίκιον ὑπὲρ ἧς ἔχεις κέλλης κτήσεως Μαρέμπεως ὑπὲρ τοῦ κβ ἔτους ἀργυρίου δραχμὰς τεσσεράκοντα ὀκτώ, γίνονται δραχμαὶ μη. ἔτους κβ, Μεσορὴ β. καὶ τῇ λ τοῦ Μεχεὶρ μηνὸς τοῦ κγ ἔτους ὑπὲρ ἐνοικίου τοῦ κγ ἔτους ἐπὶ λόγου ἄλλας δραχμαὶ δώδεκα, γίνονται ιβ. ὁμοίως ἄλλας δραχμὰς ὀκτώ, γίνονται η. ὁμοίως ὑπὲρ δευτέρας ἑξαμήνου τοῦ κγ ἔτους ἄλλας δραχμὰς εἴκοσι, γίνονται δραχμαὶ κ. καὶ ὁμοίως ὑπὲρ τῶν ἀπὸ Θὼθ ἕως Μεχεὶρ τοῦ κδ ἔτους ἄλλας ἐπὶ λόγου δραχμαὶ εἴκοσι, γίνονται δραχμαὶ κ. ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ τοῦ κδ ἔτους ἀργυρίου δραχμαὶ εἴκοσι, γίνονται δραχμαὶ κ. κε ἔτους ὁμοίως ὑπὲρ τῶν ἕως Ἁθὺρ …κε ἔτους ὁ αὐτὸς ἐπὶ λόγου …ὁμοίως ἄλλας δραχμὰς δώδεκα, γίνονται δραχμαὶ ιβ. ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ ἄλλας δραχμὰς κ.