Ancient Greek
P.Louvre 1 42
Documentary Papyri, P.Louvre 1 42
Not analysed yet
Αὐρήλιος Κοπρῆς φροντιστὴς Αὐρηλίῳ Σώτᾳ Νησιώτῃ χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐνοίκιον ἧς ἔχεις κέλλης ἐν κτήσει Μαρέμπεως τῶν ἀπὸ Φαμενὼθ ἕως Μεσορὴ β ἔτους ἀργυρίου δραχμαὶ κ. ὁμοίως ὁ αὐτὸς ὑπὲρ τῶν ἀπὸ Θὼθ ἕως Μεχεὶρ τοῦ γ ἔτους ἐπὶ λόγου ἀργυρίου δραχμαὶ κ.