Ancient Greek
r.6.13 to r.6.37
Documentary Papyri, P.Marm. Ro r.6.13-37
Not analysed yet
καὶ λάκκου ἐνύδρου τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες ἐκ τριῶν ἀνέμων τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια ε καὶ τοῦ ἀπὸ βορρᾶ τοῦ λάκκου παραδείσου μέρος γείτονες νότου τραχὼν καὶ οἰκόπεδα Δημητρίας Σαραπιάδος ἀπηλιώτου ὑδραγωγὸς ὧν γείτονες λιβὸς τοῖχος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος φόρου δηνάρια β Κοπρῆτος Ἀπολλωνίου ἐν παρατομῇ Χαράδων ἐν χωρίῳ λεγομένῳ Ἀγωγῇ ἐν β τομαῖς ἐκ τῆς πρασιᾶς τῆς οὔσης ἀπὸ βορρᾶ πρὸς τῷ τοίχει οὗ γείτονες νότου Λουκίου Οὐαλερίου παρὰ τῷ πρὸς βορρᾶ τοίχει ἀπηλιώτου λιβὸς Παράμμωνος Ἀπόλλωνος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια δ καὶ ἐν τῷ αὐτῷ τόπῳ πρὸς τῷ τοίχει συκῶνος φορίμου ἄρουρα α πλείω ἢ ἐλάσσω γείτονες νότου τοῖχος βορρᾶ Ἰουλίου Οὐαλερίου ἀπηλιώτου ὁ αὐτὸς λιβὸς Οὐαλερίου Φιλοκάλου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ϛ περὶ ἀρουρῶν ε 𐅵κοινῶν καὶ ἀδιαιρέτων ἐξ ἀντικαταστάσεως Οὐαλερίου Γαιανοῦ πρὸς Καικίλιον Οὐαλεριανὸν περὶ ἀρουρῶν β 𐅵κατὰ Φασουνγαντος Φείσαντος ἄρουρα α κατὰ πίστιν καταγεγραμμένον περὶ ὧν ὑπεγράφη οἱ ἐνφερόμενοι ἐντὸς μηνῶν β πεμφθέντων ἢ αἱ πρόσοδοι κατασχεθέντων ἔστι δὲ· ἐν παρατομῇ Λευκοκαμεινειτῶν τῆς καὶ Καχχαβειβειτῶν ἀγροῦ λεγομένου Μορέας ἀπὸ ἀρουρῶν ε 𐅵καὶ ἐδηλωθ πεπρᾶσθαι ἄρουραι γ 𐅵γείτονες νότου τοῖχος λιβὸς τοῖχος καὶ εἰσαγωγαὶ ὑδάτων ἀπηλιώτου Οὐαλερίας Φλαμμιδος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ιβ Γαίου Ἰουλίου Καπίτωνος ἕνεκα καταχωρισμοῦ ᾑρημένου καὶ ἄλλων ἐν Βασσαχιεῖ παρατομῇ Καθθειτῶν ἐν χωρίῳ λεγομένῳ Ἰοββαχ τὸ ἐπιβάλλον αὐτῷ μέρος ἄρουρα α 𐅵γείτονες ἐκ τριῶν ἀνέμων Φιλάμμωνος Ἀμμωνᾶτος ἀπηλιώτου Ἀννιανοῦ Βάσσου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια θ καὶ τὰ πρώτως τῷ ιγ ἔτει σημανθέντα Καικιλίας Πώλλης καὶ Καικιλίου Διονυσίου ἐν παρατομῇ Χαράδων νάπη Θασῶφθις χωρίου καλουμένου Μολγαιου ἀναγραφομένου διὰ χέρσου ἀρουρ …σὺν τοῖς συγκύρουσι ῥεύμασι καὶ πᾶσι χρηστηρίοις ἔξωθεν χέρσων οὖσιν γείτονες λιβὸς ἀπηλιώτου τραχὼν καὶ εἰσαγωγαὶ ὑδάτων νότου τραχὼν βορρᾶ …λαχεως Ὑραθθεως καὶ ἑτέρων μετόχων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια λ Γαρεάθεως λιβυκοῦ μέρους Αριθανατος Βουδίωνος ἐν παρατομῇ Ἀνχαίων ἀπὸ μετοχῆς Λουκρητίου Κλήμεντος