Ancient Greek
r.6.38 to r.7.12
Documentary Papyri, P.Marm. Ro r.6.38-r.7.12
Not analysed yet
ἀπὸ ἀρουρῶν δ μέρος ἥμισυ γείτονες ἐκ τριῶν ἀνέμων οἱ ἀντιλαμβανόμενοι τῶν λοιπῶν μερῶν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια κ τοῦ αὐτοῦ ἐν τῷ χωρίῳ ἀπὸ μετοχῆς Εὐμήδους Εὐμήδους ἀρούρας α μέρος ἥμισυ ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια δ τοῦ αὐτοῦ ἀπὸ ἀρουρ καὶ ἐν τῷ Βασσαχι ἄρουρα α δ ιϛ ξδ γείτονες ἐκ τριῶν ἀνέμων ψιλὸς τόπος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ι Εὐμήδους καὶ Ἀζάμεως τῶν Θινῆρτος ἐν παρατομῇ Ἀχχαίων ἐπὶ τόπου καλουμένου Χαρδίωνος αὐλὴ καὶ οἰκία καὶ νουβις γείτονες νότου βορρᾶ τραχὼν ἀπηλιώτου οἰκόπεδα Ἰθαλᾶ λιβὸς ψιλὸς τόπος ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος ἐνοικίου δηνάρια η καὶ ἐν τῷ αὐτῷ Αχειτι ἀπὸ ἀρουρῶν κ ἄρουραι β 𐅵γείτονες ὅλης τῆς νάπης νότου τοῖχος καὶ εἰσαγωγαὶ ὑδάτων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ε 𐅵Ἀζάμεως Εὐμήδους ἐν κώμῃ Θαυνῶθις οἰκία καὶ νουβις γείτονες νότου τραχὼν βορρᾶ κληρονόμων Ἰθαλᾶ Ἰθαλᾶτος ἀπηλιώτου Αδδαυης λιβὸς τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια η τοῦ αὐτοῦ ἀπὸ νότου τῆς κώμης λάκκου μέρος ἥμισυ γείτονες νότου βορρᾶ τραχὼν ἀπηλιώτου βορρᾶ Εὐμήδους λιβὸς κληρονόμων τοῦ αὐτοῦ Εὐμήδους ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάριον α καὶ τὰ πρώτως κοιτασθέντα τῷ λ ἔτει πρὸς ἐπίσκεψιν κθ ἔτους ἐκ τῶν μεταδοθέντων ἀπὸ διαλογισμοῦ εἰδῶν καθὼς ἐπάνω δεδήλωται Γαυας Ἰθαλᾶτος τοῦ Θινῆρτος εἰσαγγελείσης ἐπὶ τῷ μὴ δεόντως ἀντιποιεῖσθαι ὑπάρχοντα Κοίντου Πομπωνίου Δημητριανοῦ λιβὸς Ανυσσαντος ἐν παρατομῇ Ἀνχαίων ἐν παρανάπῃ νάπης Ἀναβολέως ἄμπελοι σύμφυτοι ἐν αἷς δένδρα συκ πρασιαὶ οὖσαι ἄρουρα α γείτονες νότου Τρύφωνος τοῦ καὶ Νίκωνος καὶ Πομπωνίου Δημητρίου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ιϛ σύκων μέδιμνος α καὶ ἐν ἀγρῷ Ἀναβολέως ἀμπελῶνος πρασιῶν ε μέρος 𐅸γείτονες τῆς μὲν ἀπὸ βορρᾶ πρασιᾶς Πομπωνίου Δημητρίου πάντων δὲ πρὸς λίβα καὶ ἀπηλιώτην πλευρισμὸς καὶ εἰσαγωγαὶ ὑδάτων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ϛ 𐅵