Ancient Greek
r.7.13 to r.7.34
Documentary Papyri, P.Marm. Ro r.7.13-34
Not analysed yet
ἀγομένου εἴδους περὶ πίστεως ὑποσχομένου εἰσαγγελίας Λουκρητίου Ἰούστου ὡς ὄντων Αὐρηλίου τινὸς καταταγέντα εἰς Καλαπώνιον Κρεῖσπον ἐὰν μὴ ἐντὸς μηνῶν β διδάξωσιν αἱ πρόσοδοι κατασχεθέντων. τοῦ οὖν Καλαπωνίου Κρείσπου παρακομίσαντος ἐπιστολὴν Ἰουλίου Λικιννιανοῦ τοῦ κρατίστου πρὸς τῷ ἰδίῳ λόγῳ διʼ ἧς φαίνεται ἀπηλλάχθαι τῆς ζητήσεως ἐνθάδε τῶν ἄλλων ἐμφερομένων τῷ εἴδει τὰ ὑπάρχοντα τίθεται. Λουκρητίας Μαξίμας ἐν παρατομῇ Ἀνχαίων ἐν ἀγρῷ Νέλφακτος καλουμένῳ Βιγερίωνος ἀμπελικαὶ ἄρουραι ϛ οὖσαι πρασιαὶ ε ὧν γείτονες τῶν μὲν πρασιῶν γ παρὰ νότου αἱ λοιπαὶ βορρᾶ Πομπωνίου Λούμπου λιβὸς οἰκόπεδα συμπεπτωκότα καὶ ἐκ τριῶν ἀνέμων εἰσαγωγαὶ ὑδάτων καὶ τῶν λοιπῶν παρὰ τὸν νότον Λουκρητίου Ἰούστου βορρᾶ ἡ ἐπάνω καὶ Οὐαλερίας ἀπηλιώτου Πομπωνίου Λούμπου λιβὸς οἰκόπεδα συμπεπτωκότα καὶ εἰσαγωγαὶ ὑδάτων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια νδ ἀπηλιωτικοῦ μέρους ὁμοίως Μεττίχου Ἀζάμεως ἐν παρατομῃ Ἀνχαίων τόπου Θῆτα ἐν περιβόλῳ χέρσου πρασιαὶ β γείτονες νότου Οὐαλερίου Ῥούφου βορρᾶ Ἀμφθᾶτος Χονσαίου ἀπηλιώτου πλευρὰ νάπης ἐξ οὗ περιεγίνοντο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος κριθῆς μέδιμνοι ε καὶ ἐπὶ τόπου λεγομένου Χωρσαγα λάκκου μέρος ἥμισυ γείτονες ἐκ τριῶν ἀνέμων τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος τιμῆς ὑδάτων δηνάρια β Ἀπολλωνίου Ἰσοκράτους ἃ ἐδήλωσεν κατὰ πίστιν εἰς τὴν γυναῖκα συντετάχθαι ἐν παρατομῇ Μιδρὰκ ἐν νάπῃ Κεφάλων ἄμπελοι σύμφυτοι ἄρουρα α ιβ γείτονες νότου Γαίου καὶ ἄλλων Σωσιπάτρου λιβὸς πλευρὰ καὶ εἰσαγωγαὶ ὑδάτων ἀπηλιώτου Ἀμμωνίου κληρονόμων ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια ιε σύκων μέδιμνος α καὶ ἀπὸ βορρᾶ καὶ λιβὸς πρασιαὶ ζ ἐν αἷς δένδρα καὶ φοίνικες γείτονες ἐκ τριῶν ἀνέμων τραχὼν ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος οἴνου κεράμια α… σύκων μέδιμνος α καὶ ἀπὸ βορρᾶ ἐν τόπῳ Τίτου οἰκία καὶ αὐλὴ τὸ ἐπιβάλλον αὐτῷ μέρος γείτονες νότου Δομιτίου Τιτιανοῦ βορρᾶ καὶ λιβὸς ψιλὸς τόπος ἀπηλιώτου Δομιτίου Δημητρίου ἐξ οὗ περιεγίνετο τῷ ιϛ ἔτει ἕως κ ἔτους κατʼ ἔτος ἐνοικίου δηνάρια β Ἰαφθᾶντος γενομένου κωμάρχου ἐν παρατομῇ Βαίων …ειτων ἐν νάπῃ Θανιαβρη ἀμπελικαὶ καὶ δενδρ ἄρουραι γ εἰκοστὸν καὶ ὄγδοον …ανα …εν Πισθαρᾶς Σαραπίωνος καὶ δένδρα δ πρασιαὶ β γείτονες νότου καὶ βορρᾶ κληρονόμων Πισθαρτος λιβὸς καὶ ἀπηλιώτου …καὶ εἰσαγωγαὶ