Ancient Greek
P.Mert. 1 11
Documentary Papyri, P.Mert. 1 11
Not analysed yet
Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ ἀρχιερεῖ Γαίῳ Ἰουλίῳ Ἀσκλᾷ ἐξηγητῇ καὶ στρατηγῶι παρὰ Ἁρπαήσιος τοῦ Δικράνους τῶν ἀπὸ Φιλαδελφείας γεωργοῦ βασιλικῆς γῆς ἀρουρῶν ρ. τῷ ἐνεστῶτι δ ἔτει Γαίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ πολλὰ ποτίσας καὶ ὑδροφυλακήσας ἤθελον ποτίσαι τὰς προκιμένας ἀρούρας πρὸς τὸ μὴ ἐλασσώματα ἐπακολουθῆσαι αἷς μετρῶ εἰς τὸ δημόσιον πυροῦ ἀρτάβαις ωκ ἐκωλύθην ὑπὸ Σαμβᾶτος τοῦ …καὶ τῶν σὺν αὐτῷ ἐνώπιον συνόδου εἰς λόγον ἀνδρῶν ν, ἀναλαβόντος …στ… ἀνθρώπους …τοδ… ὕδωρ… εἰς τὸν αὑτοῦ κλῆρον γειτνιῶντα ἐμοῦ προκιμένου. βλάβους μοι οὖν οὐκ ὀλίγου ἐπακολουθοῦντος ἀξιῶ ἀχθῆναι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον καί, ἐὰν φαίνηται, ἀπο… ν…τονα ὑδροφυλακῆσαι ἕως ποτίσω. …