Ancient Greek
P.Mert. 1 12
Documentary Papyri, P.Mert. 1 12
Not analysed yet
Χαιρᾶς Διονυσίωι τῶι φιλτάτωι πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. κομισάμενός σου ἐπιστολὴν οὕτως περιχαρὴς ἐγενόμην ὡς εἰ ὄντως ἐν τῇ ἰδίᾳ ἐγεγόνειν, ἄνευ γὰρ ταύτης οὐθέν ἐστιν. γράφειν δέ σοι μεγάλας εὐχαριστίας παρετέον· δεῖ γὰρ τοῖς μὴ φίλοις οὖσι διὰ λόγων εὐχαριστεῖν. πείθομαι δὲ ὅτι ἐν γαληνείᾳ τινὶ ἐνισχύω, καὶ εἰ μὴ τὰ ἴσα σοι παρασχεῖν, βραχέα τινὰ παρέξομαι τῇ εἰς ἐμὲ φιλοστοργίᾳ. ἀντιγράφια δέ μοι δύο ἔπεμψας, τὸ μὲν τῆς Ἀρχαγαθείου τὸ δὲ τῆς ἑλκωτικῆς. ἡ μὲν Ἀρχαγάθειος ὑγιῶς περιέχει, ἡ δὲ ἑλκωτικὴ ῥητίνης συνσταθμίαν οὐ περιέχει. ἐρωτῶ δὲ σε περὶ ἑλκωτικῆς γενναίας δυναμένης ἀκινδύνως πέλματα ἑλκῶσαι· …γὰρ κατʼ ἀνάγκην ἐπείγομαι. περὶ δὲ τῆς σκληρᾶς ἔγραψας δύο γένη εἶναι. τὸ τῆς διαλυτικῆς μοι γραφεῖον πέμψον· ἔστιν γὰρ καὶ ἡ τετραφάρμακος σκληρά. ἡ δὲ ἐπιστολὴ αὕτη ταύτῃ σοι ἐσφράγισται. ἔρρωσο καὶ μέμνησο τῶν εἰρημένων. ε ἔτους Νέρωνος τοῦ κυρίου μηνὸς Γερμανικειου α. Διονυσίωι ἰατρῶι.