Ancient Greek
P.Mert. 1 22
Documentary Papyri, P.Mert. 1 22
Not analysed yet
Πτολεμαῖος Ἀπολλωνίωι πατρὶ χαίρειν. ἵνα μὴ ὀκνήσῃς ἀποστεῖλαι αὐτὸς πρ…ηκον… ἐρχομένου ἐκ Πήου παρʼ ὑμᾶς· διʼ ὅπερ παρακληθεὶς γράφε μοι συνεχῶς ἵνα διαγνῶ σε οὕτως με ἠγαπηκότα, ἐπεὶ τῷ μὴ γράφειν μοι ἔσται σημεῖον τοῦ δηλοῦν μου ἀμνημονεῖν τὸ προσκύνημά μου ποιεῖν παρὰ τῶι κυρίωι Σαράπιδι. καὶ πότε ἀναπλεῖν μέλλετε δηλώσατέ μοι, ἐπεὶ ἐπὶ τῇ η τοῦ Μεχεὶρ …μα… ἀσπάζεταί σε ὁ πατήρ μου καὶ Σαραπίων. ἀσπάζου τὴν κυρίαν ἡμῶν Ἀρίαν καὶ τὸν ἀδελφόν μου Σερῆνον. ἐρρῶσθαί σε εὔχομαι, πάτερ μου …