Ancient Greek
P.Mert. 1 23
Documentary Papyri, P.Mert. 1 23
Not analysed yet
Παρᾶις Διονυσίῳ τῷ φιλτάτῳ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν πάντων. ἡ φέρουσά σοι Ταφόρσοις Ὥρου μητρὸς Ταπασίριος ἀπὸ Παλώσεως τοῦτο τὸ ἐπιστόλιον παράσχου αὐτῇ ὑπὲρ ἀρουρῶν δύο περὶ κώμην Νετρὼ ἀργυρίου δραχμὰς πεντακοσίας · καὶ ἐὰν θέλῃς εἰς ὄνομά μου τὸν χρηματισμὸν ποιῆσαι ποίησον, ἢ εἰ ἐθέλεις εἰς ὄνομά σου ἀδιάφορον. καὶ ἀνάλαβε ὑπὲρ τόκου ἑκάστης μνᾶς κατὰ μῆνα δραχμὰς τέσσαρας ,ἧττον δὲ ἐνιαυτοῦ μὴ ἀναλάβῃς τὸν τόκον ἀλλὰ ὅλου ἐνιαυτοῦ ἀνάλαβε τὸν τόκον. ἐρρῶσθαί σε εὔχομαι.