Ancient Greek
P.Mert. 1 29
Documentary Papyri, P.Mert. 1 29
Not analysed yet
ἀραβοτοξόταις κώμης Βακχιάδος. τὴν γυναῖκα Σαραπίωνος τοῦ γραμματέως τῆς Ἡφαιστιάδος ἐνέγκατε ἐνθάδε· χρεία γὰρ αὐτῆς ἐστίν. καὶ πάντα τὰ τοῦ Σαραπίωνος ἐν ἀσφαλεῖ ποιήσατε. εἰ δʼ οὖν τούτων ἀμελήσετε ὑμεῖς ὑπὲρ αὐτοῦ λόγον δώσετε.