Ancient Greek
P.Mert. 1 30
Documentary Papyri, P.Mert. 1 30
Not analysed yet
παρήνεγκεν Ἰσίδωρος Πτολεμαίου ὑπὲρ ιη καὶ ιζ ἔτους καὶ ι ἔτους ὑπὲρ ὁριοδεικτίας Καρανίδος ἀχύρου λίτρας τριακοσίας γίνονται λίτραι τ. καὶ ὀνόματι Χαιρήμονος Πτολεμαίου ὑπὲρ κώμης Καρανίδος ἀχύρου λίτρας ἑκατὸν πεντήκοντα γίνονται λίτραι ρν. Αὐρήλιος Κοπρῆς ἀποδέκτης ἀχύρου σεσημείωμαι. ἔτους ιθ καὶ ιη καὶ ια Θὼθ γ. καὶ Θὼθ ϛ ὁ αὐτὸς ὑπὲρ τῆς αὐτῆς κώμης ἀχύρου λίτρας τριακοσίας γίνονται λίτραι τ. καὶ ὀνόματι Παλήμονος Πτολεμαίου ἀχύρου λίτρας ἑκατὸν πεντήκοντα γίνονται λίτραι ρν. Σεμπρώνιος ἀποδέκτης σεσημείωμαι.