Ancient Greek
P.Mert. 2 66
Documentary Papyri, P.Mert. 2 66
Not analysed yet
Διονύσιος Ἀνουβίωνι καὶ Μηνοδώρωι τοῖς φιλτάτοις χαίρειν. γινώσκειν ὑμᾶς θέλω ὅτι …μαχ…δο… τοὺς Ἑπτὰ νομοὺς ἡμέρᾳ κ παρεγένετο καὶ οὐδὲν ἀπεφήνατο μεχρὶ τούτου. καλῶς οὖν ποιήσετε ἐν ἀσφαλεῖ ποιησάμενοι τὸ μέρος τὸ Σαραπίωνος τοῦ σιτολόγου. ἐρρῶσθε. Φαρμοῦθι ιϛ.