Ancient Greek
P.Mert. 2 67
Documentary Papyri, P.Mert. 2 67
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Φαμενὼθ θ, διὰ τῆς Ἀπολλωνίου καὶ Σαβείνου τραπέζης Ταμείων, Τιβέριος Κλαύδιος Φρόντων Εὑρήμονι Μέλανος τοῦ Μύσθου, ὡς ἐτῶν κε, οὐλὴ μήλωι ἀριστερῶι, ἀπὸ ἀμφόδου Γυμνασίου, καὶ Πτολεμαίωι Ἡρακλείδου τοῦ Μύσθου, ὡς ἐτῶν λβ, οὐλὴ μετώπωι μέσωι, ἀπὸ τοῦ αὐτοῦ ἀμφόδου, τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς, ἔχειν αὐτοὺς παραθήκην ἣν καὶ ἀποδώσουσι ἐξ ἀλληλεγγύης ὁπότε ἐὰν αἵρηται ὁ Φρόντων ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα τέσσαρας γίνονται δραχμαὶ ρμδ. παραθήκη Εὐπορᾶτος βουκόλου.