Ancient Greek
P.Mert. 2 80
Documentary Papyri, P.Mert. 2 80
Not analysed yet
Ἀχιλλᾶς Ἀπολλωνίῳ τῷ πατρὶ χαίρειν. θαυμάζω πῶς τοσούτων ἀνελθόντων μετὰ καὶ κτηνῶν κενῶν οὐκ ἔπεμψας Σαραπάμμωνα, εἰδὼς ὅτι χρεία αὐτοῦ ἐστὶν ἐνθάδε. μέχρι νῦν οὐδείς σε ἐπεζήτησε. ὁ ἀναδούς μοι τὸ ἐπιστόλιον ἀνέμεινε λέγων ὡς ἐκπλέκει Ἄρειος δοὺς τὰ κολλήματα τῷ βασιλικῷ· οὐκ ἐποίησε αὐτὰ ἐπισταλῆναι. διὸ γράφω σοι ἵνʼ εἰδῇς καὶ εἴ τι δέον ἐστὶν πράξῃς, εἰδὼς ὅτι, εἰ μὴ σὺ παραγένῃ, λύσιν οὐ λαγχάνει τοῦτο· διὸμὴ ἀμελήσῃς. ἐρρῶσθαι εὔχομαι. Ἀπολλωνίωι ἀπὸ Ἀχιλλᾶ υἱοῦ